Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.66 Joseph. AJ 3.71 (English) >>Joseph. AJ 3.76

3.69αἰσθανόμενος οὖν τῆς ἀρετῆς, φησί, σαυτοῦ καὶ οἷος γέγονας ἐπὶ τῷ τὸν λαὸν ὑπουργῶν τῷ θεῷ σώζειν τὴν μὲν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον αὐτοῖς ποιεῖσθαι καὶ ἐπʼ ἄλλων, σὺ δὲ πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ κατέχων σεαυτὸν διατέλει ζητῶν οἷς ἂν τὸ πλῆθος ἀπαλλάξειας τῆς νῦν ἀπορίας. 3.70ὑποθήκαις δὲ ταῖς ἐμαῖς περὶ τῶν ἀνθρωπίνων χρησάμενος τὸν στρατὸν ἐξετάσεις ἀκριβῶς καὶ κατὰ μυρίους τούτων κεκριμένους ἄρχοντας ἀποδείξεις, εἶτα κατὰ χιλίους, διαιρήσεις δὲ μετʼ αὐτοὺς εἰς πεντακοσίους, καὶ πάλιν εἰς ἑκατόν, εἶτʼ εἰς πεντήκοντα. 3.71ἄρχοντάς τε ἐπὶ τούτοις τάξεις, οἳ κατὰ τριάκοντα μερισθέντας διακοσμήσουσι καὶ κατὰ εἴκοσι καὶ κατὰ δέκα συναριθμουμένους, ἔστω δέ τις ἐπὶ τούτοις εἷς τὴν προσηγορίαν ἀπὸ τοῦ τῶν ἀρχομένων ἀριθμοῦ λαμβάνων, δοκιμασθέντες ὑπὸ τοῦ πλήθους παντὸς εἶναι ἀγαθοὶ καὶ δίκαιοι, 3.72οἳ περί τε τῶν διαφόρων αὐτοῖς κρινοῦσι κἂν τι μεῖζον ἐπὶ τοὺς ἐν ἀξιώματι τὴν περὶ τούτου διάγνωσιν ἐπανοίσουσιν, ἂν δὲ κἀκείνους διαφύγῃ τὸ περὶ τοῦ πράγματος δύσκολον, ἐπὶ σὲ τοῦτο ἀναπέμψουσιν· ἔσται γὰρ οὕτως ἀμφότερα· καὶ τῶν δικαίων Ἑβραῖοι τεύξονται καὶ σὺ τῷ θεῷ προσεδρεύων εὐμενέστερον ἂν ποιήσειας αὐτὸν τῷ στρατῷ. 3.73

Ταῦτα Ῥαγουήλου παραινέσαντος Μωυσῆς ἀσμένως προσήκατο τὴν συμβουλίαν καὶ ποιεῖ κατὰ τὴν ὑποθήκην τὴν ἐκείνου τοῦ τρόπου τὴν ἐπίνοιαν οὐκ ἀποκρυψάμενος οὐδὲ σφετερισάμενος αὐτήν, ἀλλὰ ποιήσας φανερὸν τὸν ἐξευρηκότα τῷ πλήθει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.66 Joseph. AJ 3.71 (English) >>Joseph. AJ 3.76

Powered by PhiloLogic